Psalms 41
1 ▼▼LXX: Psa.40:1
Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυιδ. ▼▼LXX: Psa.40:2
Μακάριος ὁ συνίων ἐπὶ πτωχὸν καὶ πένητα· ἐν ἡμέρᾳ πονηρᾷ ῥύσεται αὐτὸν ὁ κύριος. 2 ▼▼LXX: Psa.40:3
κύριος διαφυλάξαι αὐτὸν καὶ ζήσαι αὐτὸν καὶ μακαρίσαι αὐτὸν ἐν τῇ γῇ καὶ μὴ παραδῴη αυτον εἰς χεῖρας ἐχθροῦ αὐτοῦ. 3 ▼▼LXX: Psa.40:4
κύριος βοηθήσαι αὐτῷ ἐπὶ κλίνης ὀδύνης αὐτοῦ· ὅλην τὴν κοίτην αὐτοῦ ἔστρεψας ἐν τῇ ἀρρωστίᾳ αὐτοῦ. 4 ▼▼LXX: Psa.40:5
ἐγὼ εἶπα Κύριε, ἐλέησόν με· ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι. 5 ▼▼LXX: Psa.40:6
οἱ ἐχθροί μου εἶπαν κακά μοι Πότε ἀποθανεῖται, καὶ ἀπολεῖται τὸ ὄνομα αὐτοῦ; 6 ▼▼LXX: Psa.40:7
καὶ εἰ εἰσεπορεύετο τοῦ ἰδεῖν, μάτην ἐλάλει· ἡ καρδία αὐτοῦ συνήγαγεν ἀνομίαν ἑαυτῷ, ἐξεπορεύετο ἔξω καὶ ἐλάλει. 7 ▼▼LXX: Psa.40:8
ἐπὶ τὸ αὐτὸ κατ' ἐμοῦ ἐψιθύριζον πάντες οἱ ἐχθροί μου, κατ' ἐμοῦ ἐλογίζοντο κακά μοι, 8 ▼▼LXX: Psa.40:9
λόγον παράνομον κατέθεντο κατ' ἐμοῦ Μὴ ὁ κοιμώμενος οὐχὶ προσθήσει τοῦ ἀναστῆναι; 9 ▼▼LXX: Psa.40:10
καὶ γὰρ ὁ ἄνθρωπος τῆς εἰρήνης μου, ἐφ' ὃν ἤλπισα, ὁ ἐσθίων ἄρτους μου, ἐμεγάλυνεν ἐπ' ἐμὲ πτερνισμόν· 10 ▼▼LXX: Psa.40:11
σὺ δέ, κύριε, ἐλέησόν με, καὶ ἀνάστησόν με καὶ ανταποδωσω αὐτοῖς. 11 ▼▼LXX: Psa.40:12
ἐν τούτῳ ἔγνων ὅτι τεθέληκάς με, ὅτι οὐ μὴ ἐπιχαρῇ ὁ ἐχθρός μου ἐπ' ἐμέ. 12 ▼▼LXX: Psa.40:13
ἐμοῦ δὲ διὰ τὴν ἀκακίαν ἀντελάβου, καὶ ἐβεβαίωσάς με ἐνώπιόν σου εἰς τὸν αἰῶνα. 13 ▼▼LXX: Psa.40:14
Εὐλογητὸς κύριος ὁ θεὸς Ισραηλ ἀπὸ τοῦ αἰῶνος καὶ εἰς τὸν αἰῶνα. γένοιτο γένοιτο.
Copyright information for
LXX